Τὰ ἅγια καὶ σωτήρια καὶ φρικτὰ Πάθη τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶνἸησοῦ Χριστοῦ ἐπιτελοῦμεν, τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα, τὰ κολαφίσματα, τὰς ὕβρεις, τοὺς γέλωτας, τὴν πορφυρᾶν χλαίναν, τὸν κάλαμον, τὸν σπόγγον, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, καὶ πρὸ πάντων, τὸν σταυρόν, καὶ τὸν θάνατον, ἃ δι’ ἡμᾶς ἑκὼν κατεδέξατο, ἔτι δὲ καὶ τὴν τοῦ εὐγνώμονος Λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.
Τὸν ἴδιον Ἄρνα, ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει Μαρία, τρυχομένη μεθ’ ἑτέρων γυναικῶν, ταῦτα βοῶσα. Ποῦ πορεύῃ Τέκνον, τίνος χάριν, τόν ταχὺν δρόμον τελεῖς; μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ; Κἀκεῖ νῦν σπεύδεις, ἳν ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; συνέλθω σοι Τέκνον, ἢ μείνω σοι μᾶλλον, δὸς μοι λόγον Λόγε, μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με, σὺ γὰρ ὑπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου