Χθὲς συνεθαπτόμην σοι
Χριστὲ συνεγείρομαι σήμερον ἀναστάντι σοι, συνεσταυρούμην σοι χθὲς αὐτὸς με
συνδόξασον Σωτήρ, ἐν τῇ βασιλείᾳ σου.
Οὐρανοὶ
μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας
καὶἀόρατος, Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος
Ὡς ὄντως
ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας,
τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν
Ὢ Πάσχα τὸ μέγα,
καὶἱερώτατον Χριστέ, ὢ σοφία καὶ Λόγε, τοῦ Θεοῦ καὶ δύναμις, δίδου ἡμῖν
ἐκτυπώτερον, σοῦ μετασχεῖν, ἐν τῇἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.
Σαρκὶὑπνώσας ὡς θνητός,
ὁ Βασιλεὺς καὶ Κύριος, τριήμερος ἐξανέστης, Ἀδὰμ ἐγείρας ἐκ φθορᾶς, καὶ
καταργήσας θάνατον, Πάσχα τῆς ἀφθαρσίας, τοῦ κόσμου σωτήριον.
Πάσχα ἱερὸν ἡμῖν
σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον,
Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ
πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς.
Πάσχα τὸ τερπνόν, Πάσχα
Κυρίου, Πάσχα, Πάσχα πανσεβάσμιον ἡμῖν ἀνέτειλε, Πάσχα, ἐν χαρᾷἀλλήλους
περιπτυξώμεθα, ὢ Πάσχα λύτρον λύπης, καὶ γὰρ ἐκ τάφου σήμερον ὥσπερ ἐκ παστοῦ,
ἐκλάμψας Χριστός, τὰ γύναια χαρᾶς ἔπλησε λέγων, κηρύξατε Ἀποστόλοις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου