Τετάρτη 3 Σεπτεμβρίου 2008

ΔΥΟ ΕΠΙΣΤΟΛΕΣ ΠΡΟΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΠΑΤΕΡΕΣ

Αγιοι Πατέρες.(εκτός και εντός τω ΑΓΙΟΝΥΜΩ ΟΡΕΙ κατοικούντες.
Με όλο το σεβασμό στο σχήμα σας, σας αποστέλω δύο επιστολές και, σας παρακαλώ πολύ , αν θέλετε, πέστε μου αν οι παρακάτω ρήσεις αφορούν εμένα τον κοινό θνητό ή αφορούν και εσάς όλους τους "εκπροσώπους" του θεού επί της γής;
Και κάτι ακόμα.
Εχετε την καλωσύνη να μου πείτε ποιοι κατά την "κουράν"(σωστά την έγραψα την λέξη;)ΟΜΟΛΟΓΟΥΝ ΑΚΤΗΜΟΣΥΝΗ και ΠΑΡΘΕΝΙΑΝ;


ΕΠΙΣΤΟΛΗ Α.
Ματθ. 5,38 Ηκούσατε οτι ερρέθη, οφθαλμόν αντί οφθαλμού και οδόντα αντί οδόντος·
Ματθ. 5,39 Εγ,ώ δέ λέγω υμίν μη αντιστήναι τω πονηρώ· αλλ΄ όστις σε ραπίσει επί την δεξιάν σιαγόνα, στρέψον αυτύ καί την άλλην·
Ματθ. 5,40 και τω θέλοντί σοι κριθήναι και τον χιτώνά σου λαβείν, άφες αυτ'ω και το ιμάτιον·
Ματθ. 5,41 και όστις σε αγγαρεύσει μίλιον εν, ύπαγε μετ' αυτού δύο·
Ματθ. 5,42 τω αιτούντί σε δίδου και τον θέλοντα από σου δανείσασθαι μη αποστραφής.
Ματθ. 5,43 Ηκούσατε ότι ερρέθη, αγαπήσεις τον πλησίον σου και μισήσεις τον εχθρόν σου.
Ματθ. 5,44 Εγώ δε λέγω υμίν, αγαπάτε τους εχθρούς υμών, ευλογείτε τους καταρωμένους υμάς, καλώς ποιείτε τοις μισούσιν υμάς και προσεύχεσθε υπέρ των επηρεαζόντων υμάς και διωκόντων υμας.
Ματθ. 6,19 Μη θησαυρίζετε υμίν θησαυρούς επί της γης, όπου σης και βρώσις αφανίζει, και 'οπου κλέπται διαρύσσουσι και κλέπτουσι·
Ματθ. 6,20 θησαυρίζετε δε υμίν θησαυρούς εν ουρανώ, όπου ούτε σης ούτε βρώσις αφανίζει, και όπου κλέπται ου διορύσσουσιν ουδέ κλέπτουσιν·
Ματθ. 6,21 οπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.
Ματθ. 6,22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται·
Ματθ. 6,23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον;
Ματθ. 6,24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Ματθ. 6,25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
Ματθ. 6 ,26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
Ματθ. 6,27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
Ματθ. 6,28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει·
Ματθ. 6,29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
Ματθ. 6,30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
Ματθ. 6,31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;
Ματθ. 6,32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
Ματθ. 6,33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Ματθ. 6,34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Ματθ. 7,12 Πάντα οὖν ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιῆτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
Ματθ. 7,21 Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
Ματθ. 8,20 καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
Ματθ. 10,9 μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
Ματθ. 10,10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον· ἄξιος γάρ ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
Ματθ. 16,25 ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾿ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν.
Ματθ. 16,26 τί γὰρ ὠφελεῖται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
Ματθ. 18,3 ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ματθ. 18,4 ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Ματθ. 18,5 καὶ ὃς ἐὰν δέξηται παιδίον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
Ματθ. 18,6 ὃς δ᾿ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
Ματθ. 18,7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῶν ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται.
Ματθ. 19,16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;
Ματθ. 19,21 ἔφη αὐτῷ ὁ Ἱησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Ματθ. 19,22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
Ματθ. 19,23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
Ματθ. 19,24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.
Ματθ. 19,29 καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Ματθ. 23,13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα.
Ματθ. 23,14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Ματθ. 23,15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Ματθ. 23,16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
Ματθ. 23,17 μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
Ματθ. 23,18 καί· ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
Ματθ. 23,19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Ματθ. 23,20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
Ματθ. 23,21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν·
Ματθ. 23,22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Ματθ. 23,23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
Ματθ. 23,24 ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες!
Ματθ. 23,25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
Ματθ. 23,26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
Ματθ. 23,27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Ματθ. 23,28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Ματθ. 23,29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Ματθ. 23,30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
Ματθ. 23,31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
Ματθ. 23,32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Ματθ. 23,33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Ματθ. 23,34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν,
.Ματθ. 23,35 ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
Ματθ. 23,36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.

ΕΠΙΣΤΟΛΗ Β.

Μαρκ. 3,35 ός γάρ αν ποιήσῃ τὸ θέλημα του Θεού, ούτος αδελφός μου και αδελφή μου και μήτηρ εστί.
Μαρκ. 4,14 ο σπείρων τον λόγον σπείρει.
Μαρκ. 4,15 ούτοι δε εισίν οι παρά την οδόν όπου σπείρεται ο λόγος, και όταν ακούσωσιν, ευθὺς έρχεται ο σατανάς και αίρει τον λόγον τον εσπαρμένον εν ταις καρδίαις αυτών.
Μαρκ. 4,16 και ούτοι ομοίως εισὶν οι επὶ τα πετρώδη σπειρόμενοι, οί όταν ακούσωσι τον λόγον, ευθύς μετά χαράς λαμβάνουσιν αυτόν,
Μαρκ. 4,17 και ουκ έχουσι ρίζαν εν εαυτοίς, αλλὰ πρόσκαιροί εισιν· είτα γενομένης θλίψεως ή διωγμού διὰ τον λόγον, ευθὺς σκανδαλίζονται.
Μαρκ. 4,18 και ούτοί εισιν οι εις τὰς ακάνθας σπειρόμενοι, οι τον λόγον ακούοντες,
Μαρκ. 4,19 και αι μέριμναι του αιώνος τούτου και η απάτη του πλούτου και αι περὶ τα λοιπά επιθυμίαι εισπορευόμεναι συμπνίγουσι τον λόγον, και άκαρπος γίνεται.
Μαρκ. 8,34 Και προσκαλεσάμενος τον όχλον συν τοις μαθηταίς αυτού είπεν αυτοίς· όστις θέλει οπίσω μου ακολουθείν, απαρνησάσθω εαυτὸν και αράτω τον σταυρόν αυτού, και ακολουθείτω μοι.
Μαρκ. 8,35 ός γαρ αν θέλῃ την ψυχὴν αυτού σώσαι, απολέσει αυτήν· ός δ᾿ αν απολέσῃ την εαυτού ψυχὴν ένεκεν εμού και του ευαγγελίου ούτος σώσει αυτήν.
Μαρκ. 8,36 τί γαρ ωφελήσει άνθρωπον εὰν κερδήση τον κόσμον όλον, και ζημιωθή την ψυχην αυτού;
Μαρκ. 8,37 ή τί δώσει άνθρωπος αντάλλαγμα της ψυχής αυτού;
Μαρκ. 8,38 ός γαρ εὰν επαισχυνθή με και τους εμοὺς λόγους εν τη γενεά ταύτῃ τη μοιχαλίδι καὶ αμαρτωλώ, και ο υιὸς του ανθρώπου επαισχυνθήσεται αυτὸν όταν έλθῃ εν τη δόξῃ του πατρὸς αυτού μετὰ των αγγέλων των αγίων.
Μαρκ. 10,15 αμήν λέγω υμίν, ός εὰν μη δέξηται την βασιλείαν
Μαρκ. 10,23 και περιβλεψάμενος ο Ιησούς λέγει τοις μαθηταίς αυτού· πως δυσκόλως οι τα χρήματα έχοντες εις την βασιλείαν του Θεού εισελεύσονται!
Μαρκ. 10,24 οι δε μαθηταὶ εθαμβοῦντο επί τοις λόγοις αυτού. ο δε Ιησούς πάλιν αποκριθεὶς λέγει αυτοίς· τέκνα, πως δύσκολόν έστι τους πεποιθότας επὶ χρήμασιν εις την βασιλείαν του Θεού εισελθείν·
Μαρκ. 10,25 ευκοπώτερόν έστι κάμηλον δια τρυμαλιάς ραφίδος εισελθείν ή πλούσιον εις την βασιλείαν του Θεού εισελθείν.
Μαρκ. 10,43 ουχ ούτω δε έσται εν υμίν, ἀλλ᾿ ός εὰν θέλῃ γενέσθαι μέγας εν υμίν, έσται υμών διάκονος,
Μαρκ. 10,44 και ός εὰν θέλῃ υμών γενέσθαι πρώτος, έσται πάντων δούλος·
Μαρκ. 10,45 και γαρ ο υιός του ανθρώπου ουκ ήλθε διακονηθήναι, αλλὰ διακονήσαι, και δούναι την ψυχὴν αυτού λύτρον αντί πολλών.

Δεν υπάρχουν σχόλια: