Πέμπτη 12 Απριλίου 2012

Σήμερον κρεμάται επί ξύλου....


 Σήμερον  κρεμάται επί ξύλου
ο εν ύδασι την γην κρεμάσας. 
Στέφανον εξ ακανθών περιτίθεται, 
ο των αγγέλων βασιλεύς. 
Ψευδή πορφύραν περιβάλλεται, 
ο περιβάλλων τον ουρανόν εν νεφέλαις. 
Ράπισμα κατεδέξατο, 
ο εν Ιορδάνη ελευθερώσας τον Αδάμ. 
Ήλοις προσηλώθη, ο νυμφίος της Εκκλησίας. 
Λόγχη εκεντήθη, ο υιός της Παρθένου. 
Προσκυνούμεν σου τα Πάθη, Χριστέ. 
Δείξον ημίν και την ένδοξόν σου Ανάστασιν


Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ, οἱ τὰ πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες, ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων, καὶ τῶν ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινα ἑορτάζειν, τὸν ἱερὸν Νιπτῆρα, τὸν μυστικὸν Δεῖπνον (δηλαδὴ τὴν παράδοσιν τῶν καθ' ἡμᾶς φρικτῶν Μυστηρίων), τὴν ὑπερφυᾶ Προσευχήν, καὶ τὴν Προδοσίαν αὐτήν.

«Συντρέχει λοιπόν σο συνέδριον των Ιουδαίων ίνα τον δημιουργόν και Κτίστην των απάντων Πιλάτω παραδώση…..»

Και

«Ἰούδας ὁ δοῦλος καὶ δόλιος, ὁ μαθητὴς καὶ ἐπίβουλος, ὁ φίλος καὶ διάβολος, ἐκ τῶν ἔργων ἀπεφάνθη· ἠκολούθει γὰρ τῷ Διδασκάλῳ, καὶ καθ' ἑαυτὸν ἐμελέτησε τὴν προδοσίαν, ἔλεγεν ἐν ἑαυτῷ· Παραδώσω τοῦτον, καὶ κερδήσω τὰ συναχθέντα χρήματα, ἐπεζήτει δὲ καὶ τὸ μύρον πραθῆναι, καὶ τὸν Ἰησοῦν δόλῳ κρατηθῆναι, ἀπέδωκεν ἀσπασμόν, παρέδωκε τὸν Χριστόν, καὶ ὡς πρόβατον ἐπὶ σφαγήν, οὕτως ἠκολούθει, ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.»



 

Δεν υπάρχουν σχόλια: